Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.67.1 | Hdt. 2.68.3 (English) | >>Hdt. 2.69.2 |
2.68.1
τῶν δὲ κροκοδείλων φύσις ἐστὶ τοιήδε . τοὺς χειμεριωτάτους μῆνας τέσσερας ἐσθίει οὐδέν , ἐὸν δὲ τετράπουν χερσαῖον καὶ λιμναῖόν ἐστι . τίκτει μὲν γὰρ ᾠὰ ἐν γῇ καὶ ἐκλέπει , καὶ τὸ πολλὸν τῆς ἡμέρης διατρίβει ἐν τῷ ξηρῷ , τὴν δὲ νύκτα πᾶσαν ἐν τῷ ποταμῷ · θερμότερον γὰρ δή ἐστι τὸ ὕδωρ τῆς τε αἰθρίης καὶ τῆς δρόσου .
2.68.2 πάντων δὲ τῶν ἡμεῖς ἴδμεν θνητῶν τοῦτο ἐξ ἐλαχίστου μέγιστον γίνεται · τὰ μὲν γὰρ ᾠὰ χηνέων οὐ πολλῷ μέζονα τίκτει , καὶ ὁ νεοσσὸς κατὰ λόγον τοῦ ᾠοῦ γίνεται , αὐξανόμενος δὲ γίνεται καὶ ἐς ἑπτακαίδεκα πήχεας καὶ μέζων ἔτι .
2.68.3 ἔχει δὲ ὀφθαλμοὺς μὲν ὑός , ὀδόντας δὲ μεγάλους καὶ χαυλιόδοντας κατὰ λόγον τοῦ σώματος . γλῶσσαν δὲ μοῦνον θηρίων οὐκ ἔφυσε , οὐδὲ κινέει τὴν κάτω γνάθον , ἀλλὰ καὶ τοῦτο μοῦνον θηρίων τὴν ἄνω γνάθον προσάγει τῇ κάτω .
2.68.4 ἔχει δὲ καὶ ὄνυχας καρτεροὺς καὶ δέρμα λεπιδωτὸν ἄρρηκτον ἐπὶ τοῦ νώτου . τυφλὸν δὲ ἐν ὕδατι , ἐν δὲ τῇ αἰθρίῃ ὀξυδερκέστατον . ἅτε δὴ ὦν ἐν ὕδατι δίαιταν ποιεύμενον , τὸ στόμα ἔνδοθεν φονέει πᾶν μεστὸν βδελλέων . τὰ μὲν δὴ ἄλλα ὄρνεα καὶ θηρία φεύγει μιν , ὁ δὲ τροχίλος εἰρηναῖόν οἱ ἐστὶ ἅτε ὠφελεομένῳ πρὸς αὐτοῦ ·
2.68.5 ἐπεὰν γὰρ ἐς τὴν γῆν ἐκβῇ ἐκ τοῦ ὕδατος ὁ κροκόδειλος καὶ ἔπειτα χάνῃ (ἔωθε γὰρ τοῦτο ὡς ἐπίπαν ποιέειν πρὸς τὸν ζέφυρον ), ἐνθαῦτα ὁ τροχίλος ἐσδύνων ἐς τὸ στόμα αὐτοῦ καταπίνει τὰς βδέλλας · ὁ δὲ ὠφελεύμενος ἥδεται καὶ οὐδὲν σίνεται τὸν τροχίλον .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.67.1 | Hdt. 2.68.3 (English) | >>Hdt. 2.69.2 |